| ΧΟ. | Ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας· ἐπιστάμεσθα δ᾽, ἐξ ὅτου λευκὴν ἐγὼ τήνδ᾽ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα, μή πώ ποτ᾽ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν. | |
| ΚΡ. | Ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας· τό τ᾽ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα. | 1095 |
| ΧΟ. | Εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν. | |
| ΚΡ. | Τί δῆτα χρὴ δρᾶν; φράζε· πείσομαι δ᾽ ἐγώ. | |
| ΧΟ. | Ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης | 1100 |
| | ἄνες, κτίσον δὲ τῷ προκειμένῳ τάφον. | |
| ΚΡ. | Καὶ ταῦτ᾽ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν; | |
| ΧΟ. | Ὅσον γ᾽, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι. | |
| ΚΡ. | Οἴμοι· μόλις μέν, καρδίας δ᾽ ἐξίσταμαι | 1105 |
| | τὸ δρᾶν· ἀνάγκῃ δ᾽ οὐχὶ δυσμαχητέον. | |
| ΧΟ. | Δρᾶ νυν τάδ᾽ ἐλθὼν μηδ᾽ ἐπ᾽ ἄλλοισιν τρέπε. | |
| ΚΡ. | Ὧδ᾽ ὡς ἔχω στείχοιμ᾽ ἄν· ἴτ᾽, ἴτ᾽, ὀπάονες, οἵ τ᾽ ὄντες οἵ τ᾽ ἀπόντες, ἀξίνας χεροῖν | |
| | ὁρμᾶσθ᾽ ἑλόντες εἰς ἐπόψιον τόπον. Ἐγὼ δ᾽, ἐπειδὴ δόξα τῇδ᾽ ἐπεστράφη, αὐτός τ᾽ ἔδησα καὶ παρὼν ἐκλύσομαι· δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν. | 1110 |
| | θεσπίζω | μαντεύω, προφητεύω |
| | ἐξ ὅτου λευκὴν ἐγὼ τήνδ' ἐκ | αφότου έγιναν άσπρα τα μαλλιά που σκεπάζουν το κεφάλι |
| | μελαίνης ἀμφιβάλλομαι τρίχα | μου ενώ κάποτε ήταν μαύρα, δηλ. από τον καιρό που γέρασα |
| | μὴ λακεῖν (αόρ. β΄ του λάσκω) | ότι δεν είπε |
| | τὸ εἰκαθεῖν (αόρ. β΄ του εἴκω) | το να υποχωρήσω |
| | πατάξαι θυμὸν ἄτῃ | να χτυπήσω την ψυχή μου με συμφορά |
| | ἐν δεινῷ πάρα (= πάρεστιν) | υπάρχει κίνδυνος, φόβος |
| 1100 | κατῶρυξ στέγη | στεγασμένο όρυγμα, υπόγειο δωμάτιο |
| | ἄνες (ἀνίημι) | άφησε να βγει, άφησε ελεύθερη |
| | προκείμενος | εκτεθειμένος, έκθετος (νεκρός) |
| | ἐπαινῶ | επιδοκιμάζω, συμβουλεύω |
| | συντέμνουσι (ενν. τὴν ὁδὸν) | συντομεύουν τον δρόμο, προφταίνουν |
| | κακόφρονες | αντί: κακῶς φρονοῦντες = ξεροκέφαλοι |
| | ποδώκεις | ταχύποδες, γοργοπόδαρες |
| | μόλις καρδίας ἐξίσταμαι | με δυσκολία εγκαταλείπω την απόφασή μου |
| | ἀνάγκῃ δ' οὐχὶ δυσμαχητέον | αλλά δεν πρέπει να μάχεται κανείς με την ανάγκη |
| | μηδ' ἐπ' ἄλλοισιν τρέπε | αντί: μηδ' ἐπίτρεπε (= αφήνεις) ἄλλοισιν (ενν. δρᾶν) |
| | στείχοιμ' ἄν (το ἄν εκφράζει απόφαση) | πηγαίνω, θα πάω |
| | ἴτ' ἴτ' ὀπάονες | εμπρός, εμπρός, ακόλουθοι |
| | οἵ τ' ὄντες οἵ τ' ἀπόντες | παρόντες και απόντες (όλοι ανεξαιρέτως) |
| | ἐπόψιος τόπος | τόπος ψηλός, ολοφάνερος |
| 1110 | δόξα ἐπεστράφη τῇδ'(ε) | η γνώμη έκλινε προς τα εδώ, άλλαξα την απόφασή μου |
| | παρὼν ἐκλύσομαι | αυτοπροσώπως (δηλ. ο ίδιος) θα την ελευθερώσω |
| | οἱ καθεστῶτες νόμοι (= ὅ,τι καὶ τὰ θεῶν νόμιμα) | οι νόμοι που ισχύουν από παλιά |
| | τελῶ τὸν βίον | περνώ τη ζωή μου |